Book 2
46
ΦΑΣΗΛΟΙ. Λακεδαιμόνιοι ἐν τοῖς δείπνοις τοῖς καλουμένοις κοπίσι διδόασι τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς· ἱστορεῖ Πολέμων (fr. 86 Pr). Ἐπίχαρμος (p. 280 L)· .. φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῇ. Δημήτριος (I 796 K)· ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι.