Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

35 Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς χαμαικέρασόν τινα καλῶν δένδρον ἔφη οὕτως· ‘ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλ’ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα κεράσῳ ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους καθότι οἶνος βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι.’ ταῦτα ὁ Ἀσκληπιάδης, φησί, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον καὶ ὁ πλέον τῶν ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται. Ἀριστοφάνης (I 559 K)· ἐν τοῖς ὄρεσιν δ᾽ αὐτομάτοισιν τὰ μιμαίκυλ᾽ ἐφύετο πολλά. Θεόπομπος (I 751 K)· τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα. Κράτης (I 142 K)· πάνυ γάρ ἐστιν ὡρικώτατα τὰ τιτθί’ ὥσπερ μῆλον ἢ μιμαίκυλον. Ἄμφις (II 247 K)· ὁ συκάμινος συκάμιν᾽, ὁρᾷς, φέρει, ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα. Θεόφραστος (h. pl. 3, 16, 4)· ‘ἡ κόμαρος ἡ τὸ μιμαίκυλον φέρουσα τὸ ἐδώδιμον.’
35 ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται εἴτε Πύθων ἐποίησεν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme