Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

27 ὅτι τὸ ἄνηστις ἡ νῆστις πλεονασμῷ τοῦ ᾱ, ὡς στάχυς ἄσταχυς, παρὰ Κρατίνῳ κεῖται (I 26 K)· οὐ γάρ τοι σύ γε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις. τὸ δὲ ὀξύπεινος παρὰ Διφίλῳ (II 572 K)· τέρπομαι γυμνοὺς ὁρῶν τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ πάντ’ εἰδέναι σπεύδοντας. καὶ Ἀντιφάνης (II 124 K)· ἓν νόσημα τοῦτ’ ἔχει· ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν λέγει κομιδῇ τὸν ἄνδρα. καὶ Εὔβουλος (II 167 K)· Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ· ὃ δ’ ὀξύπεινος. τὸν δὲ μουσικώτατον κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα· οὗ ῥᾷστ’ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι.
28 ὁ δὲ μονοσιτῶν κεῖται παρ’ Ἀλέξιδι (II 396 K)· ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ’ ἴδῃς ἢ μὴ ποθοῦντ’ ᾠδὰς ποιητὴν καὶ μέλη, τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης τὴν ἡμίσειαν· ζῶσι δ’ ἀμφότεροι μόλις. Πλάτων (I 658 K)· ‘οὐ μονοσιτῶν ἑκάστοτε ἀλλὰ κἀνίοτε δειπνῶν δὶς τῆς ἡμέρας.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme