Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

13 οὐ χαίρει τῷ πόματι ἐκ πρώτης ἐθισθεὶς ἀνατροφῆς ὑδροποτεῖν. ἡδὺ .. ἐστ’ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃ τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται, Ἡσίοδος ἐν τῇ Μελαμποδίᾳ φησίν (fr. 192 Rz). οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὕδατος εἰπεῖν τι ..... ἀφ’ ὧν καὶ ὁ οἶνος ἀφύεται, καίτοι Πινδάρου τοῦ μεγαλοφωνοτάτου ἄριστον πάντων εἶναι τὸ ὕδωρ φήσαντος (ol. 1, 1). Ὅμηρος μὲν οὖν ὁ θειότατος καὶ τροφιμώτατον αὐτὸ οἶδεν ἐν οἷς ( Od. 17.208) ‘αἰγείρων ὑδατοτρεφέων’ ἄλσος λέγει. ἐπαινεῖ δὲ καὶ τὸ διαυγὲς αὐτοῦ ( Od. 5.70)· ‘κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ.’ τὸ δὲ δὴ κοῦφον καὶ πλείονος τιμῆς ἄξιον ἱμερτὸν καλεῖ· ἱμερτὸν οὖν φησι τὸν Τιταρήσιον, ὃς τῷ ‘Πηνειῷ συμμίσγεται (Il. 2.753).’ καὶ τοῦ ῥυπτικοῦ δὲ ὕδατος μέμνηται· ὃ ἀποδεχόμενος καὶ Πραξαγόρας ὁ Κῷος ... καλὸν εἶναι λέγει· Od. 6.87 καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι. διαστέλλει δὲ καὶ γλυκὺ ὕδωρ ἀπὸ πλατέος, τὸν μὲν Ἑλλήσποντον εἶναι λέγων πλατύν (Il. 7.26), ὑπὲρ δὲ θατέρου φράζων (Od. 12.305) ‘στήσαμεν νῆας ἀγχοῦ ὕδατος γλυκεροῖο.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme