Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 15

60 καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἑλάνη δὲ ἡ λαμπὰς καλεῖται, ὡς Ἀμερίας φησίν. Νίκανδρος δ’ ὁ Κολοφώνιος (fr. 89 Schn) ἑλάνην τὴν τῶν καλάμων δέσμην. λύχνα δὲ οὐδετέρως εἴρηκεν Ἡρόδοτος ἐν δευτέρᾳ Ἱστοριῶν (c. 62). λυχνοκαυτίαν δὲ ἣν οἱ πολλοὶ λέγουσιν λυχναψίαν Κηφισόδωρος ἐν Ὑί (I 802 K).
60 καὶ ὁ Κύνουλκος αἰεί ποτε τῷ Οὐλπιανῷ ἀντικορυσσόμενος ἔφη· ‘ἐμοὶ δέ, παῖ δωρόδειπνε, ἀσσαρίου κανδήλας πρίω, ἵνα κἀγὼ κατὰ τὸν καλὸν Ἀγάθωνα (fr. 15 N) ἀναφωνήσω τάδε τὰ τοῦ ἡδίστου Ἀριστοφάνους (I 544 K)·
60 ἐκφέρετε πεύκας κατ’ Ἀγάθωνα φωσφόρους.’ καὶ ταῦτ’ εἰπὼν οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν (Eur. fr. 540 N), ὑπεξῆλθεν τοῦ συμποσίου ὑπνηλὸς κάρτα γενόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme