Book 15
59
ἐν δὲ Θεοφορήτῳ ὁ αὐτὸς Ἄλεξις (ib. 325)· οἶμαί γ’ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ. ποῖος γάρ ἐστιν φανός, ὦ πρὸς τῶν θεῶν, τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος; Ἀναξανδρίδης δὲ ἐν Ὕβρει (ib. 157)· οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον; ἄλλοι δὲ ἔφασκον φανὸν λέγεσθαι τὴν λαμπάδα, οἳ δὲ τὴν ἔκ τινων ξύλων τετμημένων δέσμην. Μένανδρος Ἀνεψιοῖς (III 20 K)· ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί· δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν. Νικόστρατος ἐν Πατριώταις (II 226 K)· ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων ἄν τ’ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι ἄν τ’ ὄξος, ἀπέπεμψ’ ὁ κατάρατος δοὺς ὕδωρ. Φιλιππίδης Συμπλεούσαις (III 306)· ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν. Β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;