Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 15

41 παρὰ πολλοῖς δὲ τῶν κωμῳδιοποιῶν ὀνομάζεταί τι μύρον βάκκαρις · οὗ μνημονεύει καὶ Ἱππῶναξ διὰ τούτων βακκάρι δὲ τὰς ῥῖνας ἤλειφον ἐστὶ δ’ οἷά περ κρόκος. Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ· βακκάρει χρισθέντα καὶ ψυκτηρίοις πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα· Ἴων Ὀμφάλῃ· βακκάρις δὲ καὶ μύρα καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον. ἐν τούτοις Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον, ἐπεὶ διαβόητοι ἐπὶ ἡδυπαθείᾳ οἱ Λυδοί· καὶ τὸ παρὰ Ἀνακρέοντι λυδοπαθὴς ἀκούουσιν ἀντὶ τοῦ ἡδυπαθής. μνημονεύει τῆς βακκάριδος καὶ Σοφοκλῆς. Μάγνης δ’ ἐν Λυδοῖς· λούσαντα χρὴ καὶ βακκάριδι κεχριμένον καὶ μήποτε οὔκ ἐστι μύρον ἡ βάκκαρις. Αἰσχύλος γὰρ ἐν Ἀμυμώνῃ ἀντιδιαστέλλων φησὶν κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα. καὶ Σιμωνίδης· κἠλειφόμην μύροισι καὶ θυώμασι καὶ βακκάρι. Ἀριστοφάνης δ’ ἐν Θεσμοφοριαζούσαις· ὦ Ζεῦ πολυτίμηθ᾽, οἷον ἐνέπνευσ’ ὁ μιαρὸς φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου καὶ βακκάριδος.
42 βρενθείου ὁ δὲ μύρου μνημονεύει Φερεκράτης ἐν Λήροις οὕτως· ἔστην δὲ κἀκέλευον, ἐγχέασθε νῷν βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέῃ.
42 βασιλείου τ δὲ μύρου μνημονεύει Κράτης ἐν Γείτοσιν λέγων οὕτως· γλυκύτατον δ’ ὦζε βασιλείου μύρου. Σαπφὼ δ’ ὁμοῦ μέμνηται τοῦ τε βασιλείου καὶ τοῦ βρενθείου, λέγουσα οὕτως · βρενθείω βασιληίῳ.
42 ψαγδῆς. Ἀριστοφάνης ἐν Δαιταλεῦσιν· φέρ’ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς; Εὔπολις δ’ ἐν Μαρικᾷ, ψάγδαν ἐρυγγάνοντα, Εὔβουλος δ’ ἐν Στεφανοπώλισιν Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme