Book 15
40
ὅτι δὲ διὰ σπουδῆς ἦν τοῖς παλαιοτέροις ἡ τῶν μύρων χρῆσις δῆλον ἐκ τοῦ καὶ ἐπίστασθαι ποῖόν τι ἑκάστῳ τῶν μελῶν ἡμῶν ἐστιν ἐπιτήδειον,ι Ἀντιφάνης γοῦν ἐν Θορικίοις ἢ Διορύττοντί φησιν λοῦται δ’ ἀληθῶς; ἀλλὰ τί; β. ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη, φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία, σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα, ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην, ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα. . , , καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ· ἔπειτ’ ἀλείφεσθαι πρίω τὸ σῶμά μοι μύρον ἴρινον καὶ ῥόδινον, ἄγε μοι, Ξανθία· καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν. β. ὦ λακκόπρωκτε, βάκκαριν τοῖς σοῖς ποσὶν ἐγὼ πρίωμαι; λαικάσομἄρα βάκκαριν; Ἀναξανδρίδης Πρωτεσιλάῳ· μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου, ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου. μνημονεύει τοῦ μυροπώλου τούτου τοῦ Πέρωνος καὶ Θεόπομπος ἐν Ἀδμήτῳ καὶ Ἡδυχάρει. Ἀντιφάνης δ’ ἐν Ἀντείᾳ· παρὰ τῷ μυροπώλῃ γευόμενον κατελίμπανον αὐτὸν Πέρωνι τῶν μύρων μέλλει δέ σοι συνθεὶς φέρειν τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.