Book 15
20
Ἰσθμιακόν . οὕτως τοῦτον καλούμενον στέφανον· Ἀριστοφάνης μνήμης ἠξίωσεν ἐν Ταγηνισταῖς λέγων οὕτως· τί οὖν ποιῶμεν; χλανίδ’ ἐχρῆν λευκὴν λαβεῖν· εἶτ’ Ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον. Σιληνὸς δ’ ἐν ταῖς Γλώσσαις φησὶν Ἴσθμιον στέφανον. Φιλίτας δέ φησι· Ἴσθμιος στέφανος ἤγουν ὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ πρώτου κόσμος. λέγω δὲ τὸ ἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον. Τιμαχίδας δὲ καὶ Σιμμίας οἱ Ῥόδιοι ἀποδιδόασιν ἓν ἀνθ’ ἑνὸς Ἴσθμιον, στέφανον. οὗ μνημονεύει καὶ Καλλίξεινος ὁ Ῥόδιος καὶ αὐτὸς γένος ἐν τοῖς περὶ Ἀλεξανδρείας γράφων οὕτως.