Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

59 λεχθέντων καὶ τούτων ὁ σοφὸς Οὐλπιανὸς ἔφη· ‘πόθεν ὑμῖν, ὦ πολυμαθέστατοι γραμματικοί, καὶ ἐκ ποίας βιβλιοθήκης ἀνεφάνησαν οἱ σεμνότατοι οὗτοι συγγραφεῖς Χρύσιππος καὶ Ἁρποκρατίων, διαβάλλοντες καλῶν ὀνόματα φιλοσόφων τῇ ὁμωνυμίᾳ; τίς δὲ καὶ ἡμίναν Ἑλλήνων ὠνόμασεν ἢ τίς ἀμύλου μνημονεύει;’ ἀπαντήσαντος δ’ αὐτῷ τοῦ Λαρηνσίου καὶ εἰπόντος· ‘τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι, κἀν τῷ Χείρωνι ἐπιγραφομένῳ οὕτως λέγεται (p. 296 L)· καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο. τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ Πολιτικῶν Νόμων (FHG II 289), τὴν Πολιτείαν ἐπιγραφομένην· Φιλόχορος δ’ ἐν τοῖς περὶ Μαντικῆς (ib. I 416) Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος. τοῦ δὲ ἀμύλου μνημονεύει Τηλεκλείδης ἐν Στερροῖς οὑτωσὶ λέγων (I 217 K)· φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ, χαίρω λαγῴοις ἐπ’ ἀμύλῳ καθημένοις.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme