Book 14
58
Ἁρποκρατίων δὲ ὁ Μενδήσιος ἐν τῷ περὶ Πλακούντων τὴν παρ᾽ Ἀλεξανδρεῦσι καλουμένην ΠΑΓΚΑΡΠΙΑΝ .... καλεῖ. ἴτρια δ᾽ ἐστὶ ταῦτα συντεθρυμμένα μετὰ μέλιτος ἑψόμενα· καὶ μετὰ τὴν ἕψησιν σφαιρηδὸν συντεθέντα περιδεῖται βύβλῳ λεπτῇ ἕνεκα τοῦ συμμένειν. ΠΟΛΤΟΥ δὲ μνημονεύει Ἀλκμὰν οὕτως (fr. 75 B4)· ἤδη παρέξει πυάνιόν τε πολτὸν χίδρον τε λευκὸν κηρίναν τ’ ὀπώραν. ἐστὶ δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροί. κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι. καὶ Ἐπίχαρμος δὲ οὕτως λέγει ἐν Γῇ καὶ Θαλάσσῃ (p. 225 L)· πολτὸν ἕψειν ὄρθριον. καὶ τῶν καλουμένων δὲ ΜΕΛΙΚΗΡΙΔΩΝ μνημονεύει Φερεκράτης ἐν Αὐτομόλοις οὕτως (I 152 K)· ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.’