Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

58 Ἁρποκρατίων δὲ ὁ Μενδήσιος ἐν τῷ περὶ Πλακούντων τὴν παρ’ Ἀλεξανδρεῦσι καλουμένην παγκαρπίαν καλεῖ. ᾽ἴτρια δ’ ἐστὶ ταῦτα συντεθρυμμένα μετὰ μέλιτος ἑψόμενα· καὶ μετὰ τὴν ἕψησιν σφαιρηδὸν συντεθέντα περιδεῖται βύβλῳ λεπτῇ ἕνεκα τοῦ συμμένειν.
58 Πόλτου δὲ μνημονεύει Ἀλκμὰν οὕτως· ἤδη παρέξει πυάνιόν τε πολτὸν ὁ χίδρον τε λευκὸν κηρίναν τ’ ὀπώραν. ἐστὶ δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροί. κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι. καὶ Ἐπίχαρμος δὲ οὕτως λέγει ἐν Γῇ καὶ Θαλάσσῃ· πολτὸν ἕψειν ὄρθριον. καὶ τῶν καλουμένων δὲ μελικηρίδων μνημονεύει Φερεκράτης ἐν Αὐτομόλοις οὕτως · ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme