Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

55 ἔλαφος πλακοῦς ὁ τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου.
55 ναστὸς πλακοῦντος εἶδος, ἔχων ἔνδον καρυκκείας..
56 χόρια βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα.
56 ἀμορβίτης ; πλακοῦντος εἶδος παρὰ Σικελοῖς. οἱ δὲ
56 παῖσα πλακούντια παρὰ Κῴοις, ὥς φησιν Ἰατροκλῆς.
56 σησαμίδες ἐκ μέλιτος καὶ σησάμων πεφρυγμένων καὶ ἐλαίου σφαιροειδῆ πέμματα. Εὔπολις Κόλαξιν ὃς χαρίτων μὲν ὄζει, καλλαβίδας δὲ βαίνει, σησαμίδας δὲ χέζει, μῆλα δὲ χρέμπτεται. Ἀντιφάνης Δευκαλίωνι· σησαμίδας ἢ μελίπηκτα ἢ τοιοῦτό τι. μνημονεύει αὐτῶν καὶ Ἔφιππος ἐν Κύδωνι· πρόκειται τὸ μαρτύριον.
56 μύλλοι. Ἡρακλείδης ὁ Συρακόσιος ἐν τῷ περὶ Θεσμῶν ἐν Συρακούσαις φησὶ τοῖς Παντελείοις τῶν Θεσμοφορίων ἐκ σησάμου καὶ μέλιτος κατασκευάζεσθαι ἐφήβαια γυναικεῖα, ἃ καλεῖσθαι κατὰ πᾶσαν Σικελίαν μυλλοὺς καὶ περιφέρεσθαι ταῖς θεαῖς.
56 ἐχῖνός ;. Λυγκεὺς ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐκ παραλλήλου τιθεὶς τὰ κατὰ τὴν Ἀττικὴν ἐξαιρέτως γινόμενα τοῖς ἐν τῇ Ῥόδῳ γράφει οὕτως· τῇ δὲ περὶ τὸν ἄμητα δόξῃ τὸν καινὸν ἀνταγωνιστὴν ἐπὶ τῆς δευτέρας εἰσάγουσα τραπέζης ἐχῖνον. ὑπὲρ οὗ νῦν μὲν ἐπὶ κεφαλαίου· παραγενομένου δὲ σοῦ καὶ συντεθέντος κατὰ τοὺς ἐν Ῥόδῳ νόμους ἅμα μασησαμένου πειράσομαι πλείω περιθεῖναι λόγον.
56 κοτυλίσκοι. Ἡρακλέων ὁ Ἐφέσιος πλακοῦντὰς τινάς φησιν οὕτω καλεῖσθαι τοὺς ἐκ τρίτου μέρους τῆς χοίνικος γινομένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme