Book 14
53
ΓΛΥΚΙΝΑΣ ὁ διὰ γλυκέος οἴνου καὶ ἐλαίου πλακοῦς παρὰ Κρησίν, ὥς φησι Σέλευκος ἐν Γλώσσαις.
53
ΕΜΠΕΠΤΑΣ, ὁ αὐτός φησι, πύρινος ἄρτος κοῖλος καὶ σύμμετρος, ὅμοιος ταῖς λεγομέναις κρηπῖσιν, εἰς ἃς ἐντίθεται τὰ διὰ τοῦ τυροῦ σκευαζόμενα πλακούντια.
54
ΕΓΚΡΙΔΕΣ πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ καὶ μετὰ τοῦτο μελιτούμενον. μνημονεύει αὐτῶν Στησίχορος διὰ τούτων (fr. 2 B)· χόνδρον τε καὶ ἐγκρίδας ἄλλα τε πέμματα καὶ μέλι χλωρόν. μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος (p. 231 L) καὶ ἐν τοῖς Ἐγχειρογάστορσι Νικοφῶν (I 779 K). Ἀριστοφάνης δ’ ἐν Δαναίσιν καὶ πωλητήν φησιν αὐτῶν εἶναι ἐν τούτοις (I 457 K)· μήτ’ αρμα εἶναι ἐγκριδοπώλην. Φερεκράτης δ’ ἐν Κραπατάλλοις (ib. 168)· ταῦτ’ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας. ΕΠΙΚΥΚΛΙΟΣ πλακοῦς τις παρὰ Συρακοσίοις οὕτως καλούμενος. καὶ μέμνηται αὐτοῦ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ (p. 224 L).
54
ΓΟΥΡΟΣ ὅτι πλακοῦντος εἶδος ὁ Σόλων ἐν τοῖς Ἰάμβοις φησίν (fr. 38 B)· πίνουσι καὶ τρώγουσιν οἳ μὲν ἴτρια, οἳ δ’ ἄρτον αὐτῶν, οἳ δὲ συμμεμιγμένους γούρους φακοῖσι. κεῖθι δ’ οὔτε πεμμάτων ἄπεστιν οὐδ’ ἑνασσεν ἀνθρώποισι γῆ φέρει μέλαινα, πάντα δ’ ἀφθόνως πάρα. ΚΡΙΒΑΝΑΣ πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ’ Ἀλκμᾶνι (fr. 20). ὁμοίως καὶ Σωσίβιος ἐν γʹ περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτούς, χρῆσθαι δ’ αὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις, περιφέρειν τ’ αὐτούς, ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς Παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.
54
ΚΡΙΜΝΙΤΗΣ πλακοῦς ποιὸς διὰ κρίμνων γινόμενος, ὡς Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων ἀναγράφει.