Book 14
53
ἐμπέπτας , ὁ αὐτός φησι, πύρινος ἄρτος κοῖλος καὶ σύμμετρος, ὅμοιος ταῖς λεγομέναις κρηπῖσιν, εἰς ἃς ἐντίθενται τὰ διὰ τυροῦ σκευαζόμενα πλακούντια.
54
ἐγκρίδες πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ καὶ μετὰ τοῦτο μελιτούμενον, μνημονεύει αὐτῶν Στησίχορος διὰ τούτων χόνδρον τε καὶ ἐγκρίδας ἄλλα τε πέμματα καὶ μέλι χλωρόν. μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος καὶ ἐν τοῖς Ἐγχειρογάστορσι Νικοφῶν. Ἀριστοφάνης δ’ ἐν Δαναΐσιν καὶ πωλητὴν φησιν αὐτῶν εἶναι ἐν τούτοις· μήτ’ ἄρα μ᾽· εἶναι ἐγκριδοπώλην, Φερεκράτης δ’ ἐν Κραπατάλλοις· ταῦτ’ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.
54
ἐπικύκλιος. πλακοῦς τις παρὰ Συρακοσίοις οὕτως καλούμενος, καὶ μέμνηται αὐτοῦ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ.
54
γουρος ὅτι πλακοῦντος εἶδος ὁ Σόλων ἐν τοῖς Ἰάμβοις φησίν πίνουσι καὶ τρώγουσιν οἱ μὲν ἴτρια, οἱ δ’ ἄρτον αὐτῶν, οἱ δὲ συμμεμιγμένους γούρους φακοῖσι. κεῖθι δ’ οὔτε πεμμάτων ἄπεστιν οὐδὲν ἅσσα τ’ ἀνθρώποισι γῆ φέρει μέλαινα, πάντα δ’ ἀφθόνως πάρα.
54
Κριβάνας πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ’ Ἀλκμᾶνι. ὁμοίως καὶ Σωσίβιος ἐν γ’ περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτούς, χρῆσθαι δ’ αὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις, περιφέρειν τ’ αὐτοὺς ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς Παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.
54
κριμνίτης πλακοῦς ποιὸς διὰ κρίμνων γινόμενος, ὡς Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων ἀναγράφει.