Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 14

53 ἀμφιφῶν πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δ’ ἐν κύκλῳ καόμενα δᾴδια. Φιλήμων ἐν Πτωχῇ ἢ Ῥοδίᾳ· Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω, ὦ πότνι᾽, ἀμφιφῶντα καὶ σπονδήσιμα. μνημονεύει αὐτοῦ καὶ Δίφιλος ἐν Ἑκάτῃ. Φιλόχορος δ’ ἀμφιφῶντα αὐτὸν κληθῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται ἡ σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ ὁ οὐρανὸς ἀμφιφῶς γίνεται.
53 βασυνίας. Σῆμος ἐν β’ Δηλιάδος ἐν τῇ τῆς Ἑκάτης, φησίν, νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. ἐστὶν δὲ ἑφθὸν πύρινον σταῖς σὺν μέλιτι καὶ τὰ καλούμενα κόκκωρα ἰσχὰς καὶ κάρυα τρία.
53 στρεπτοὶ καὶ νεήλατα. τούτων μνημονεύει Δημοσθένης ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου.
53 ἐπίχυτόν. Νικοφῶν ἐν Χειρογάστορσιν ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα, κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους, πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας Πάμφιλος δὲ τὸν ἀττανίτην καλούμενον ἐπίχυτόν φησι καλεῖσθαι. τοῦ δὲ ἀττανίτου Ἱππῶναξ ἐν τούτοις μνημονεύει· οὐκ ἀτταγᾶς τε καὶ λαγὼς καταβρύκων, οὐ τηγανίτας σησάμοισι φαρμάσσων, οὐδ’ ἀττανίτας κηρίοισιν ἐμβάπτων.
53 κρήιον πλακοῦς, ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ὀπτᾶται δ’ ἐν ἄνθραξιν, καὶ καλοῦνται ἐπ’ αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος, ὥς φησιν Φιλίτας ἐν Ἀτάκτοις.
53 γλυκίνας ὁ διὰ γλυκέος καὶ ἐλαίου πλακοῦς παρὰ Κρησίν, ὥς φησι Σέλευκος ἐν Γλώσσαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme