Book 14
39
ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων καὶ χορδαῖς διειλημμένων ἕτερα ψόφου μόνον παρασκευαστικά, καθάπερ τὰ κρέμβαλα. περὶ ὧν φησι Δικαίαρχος ἐν τοῖς περὶ τοῦ τῆς Ἑλλάδος Βίου (FHG II 239), ἐπιχωριάσαι φάσκων ποτὲ καθ’ ὑπερβολὴν εἰς τὸ προσορχεῖσθαί τε καὶ προσᾴδειν ταῖς γυναιξὶν ὄργανά τινα ποιά, ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον· δηλοῦσθαι δὲ ἐν τῷ τῆς Ἀρτέμιδος ᾄσματι (c. pop. 3 B4), οὗ ἐστιν ἀρχή· ‘Ἄρτεμι, σοί μέ τι φρὴν ἐφίμερον ὕμνον υεναιτε ὅθεν αδε τις ἀλλὰ χρυσοφανια κρέμβαλα χαλκοπάραα χερσίν.’ Ἕρμιππος δ’ ἐν Θεοῖς τὸ τούτοις κρούειν κρεμβαλίζειν εἴρηκεν ἐν τούτοις (I 232 K)· λεπάδας δὲ πετρῶν ἀποκόπτοντες κρεμβαλίζουσι. Δίδυμος δέ φησιν (p. 250 Schm) εἰωθέναι τινὰς ἀντὶ τῆς λύρας κογχύλια καὶ ὄστρακα συγκρούοντας ἔρρυθμον ἦχόν τινα ἀποτελεῖν τοῖς ὀρχουμένοις, καθάπερ καὶ Ἀριστοφάνην ἐν Βατράχοις φάναι (1305).