Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

52 καὶ ᾽ Ὠκίμου δὲ τῆς ἐμῆς, ὡς σὺ φής, Κύνουλκε, καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας β’ λέγων οὕτως· ὥστε Λαὶς μὲν ἡ δοκοῦσα πασῶν τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα Νικόστρατος δὲ ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Πανδρόσῳ οὑτωσὶ λέγων· ἔπειτα τῆς αὐτῆς ὁδοῦ πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα αὐτὴν κέλευε, φησί, καὶ παρ’ ᾽ Ὠκίμου χαλκώματα. Μένανδρος δ’ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας· Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα. Φιλέταιρος ἐν Κυναγίδι· οὐχὶ Κερκώπη μὲν ἤδη γέγον’ ἔτη τρισχίλια, ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία; Θεολύτην δ’ οὐδ’ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο. οὐχὶ Λαὶς μὲν τελευτῶσ’ ἀπέθανεν βινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα; Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω· περὶ δὲ Ναίδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει. Θεόφιλος Φιλαύλῳ· τοῦ μὴ ποτ’ αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα φερόμενον ἢ Μηκωνίδ᾽ ἢ Σισύμβριον ἢ Βάραθρον ἢ Θάλλουσαν ἢ τούτων τινά, ὧν ἐμπλέκουσι τοῖς λίνοις σ’ αἱ μαστροποί, ἢ Ναύσιον ἢ Μαλθάκην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme