Book 13
44
ἔπειτα, φασί, τῆς Γναθαινίου ποτὲ τὸν Ἀνδρόνικον οὐ θελούσης παρὰ πότον φιλεῖν, καθάπερ ταῖς πρότερον ἡμέραις ἀεί, ὀργιζομένης δὲ διὰ τὸ μηδὲν λαμβάνειν, ἔπειθε πῶς ‘οὐχ ὁρᾷς, Γνάθαιν᾽, ἔφη, ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένην;’ ἡ γραῦς δ’ ἀγανακτήσασα ‘τάλαν, ἔφη, τέκνον· περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει.’ ἣ δ’ εἶπε ‘μῆτερ, πῶς, ἔφη, μέλλω φιλεῖν τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας τὸ κοῖλον Ἄργος δωρεὰν θέλοντ’ ἔχειν.
44
πανηγύρεως οὔσης ποθ’ ἡ Γναθαίνιον εἰς Πειραιᾶ κατέβαινε πρὸς ξένον τινὰ ἔμπορον ἐραστὴν εὐτελῶς ἐπ’ ἀστράβης, τὰ πάντ’ ἔχουσ’ ὀνάρια μεθ’ ἑαυτῆς τρία καὶ τρεῖς θεραπαίνας καὶ νέαν τιτθὴν μίαν. ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττωμένων· ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως, ἀλλὰ στενοχωρῶν εἶπεν ‘ὦ τρισάθλιε ὀνηλάτ᾽, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.’ Γναθαίνιον δ’ εἶπ’ ‘ὦ τάλαν, μὴ δῆτ᾽, ἄνερ· οὐδέποτε γὰρ τοῦτ’ ἐστί σοι πεπραγμένον.’