Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 13

43 ἰδοῦσ’ ἔφηβον ἡ Γνάθαιν’ ἰσχνὸν πάνυ καὶ μέλανα λεπτόν θ᾽, ὡς ἔοιχ᾽, ὑπερβολῇ καὶ λιπαρόν, ἔτι δὲ τῶν ἐφήβων βραχύτερον, ἔσκωπτεν εἰς Ἄδωνιν. ἀναγώγως δέ πως τοῦ μειρακίσκου καὶ τυραννικώτερον αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ θυγατρὶ μετ’ αὐτῆς συμπορευομένῃ λέγει· ‘δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ ....’ λέγουσι Ποντικόν τι μειρακύλλιον ἀναπαυόμενον μετὰ τῆς Γναθαίνης ἀξιοῦν πρῷον γενόμενον, ὥστε τὴν πυγὴν ἅπαξ αὐτῷ παρασχεῖν· τὴν δὲ τοῦτ’ εἰπεῖν ‘τάλαν, ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς, ὅτε τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν;’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme