Book 13
43
μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο. περιλαμβάνουσα δ’ αὐτόν, ὡς ἀνώμαλον τὸ νῶτον εἶχε παντελῶς, ‘τάλαν, τάλαν ἄνερ, πόθεν ἔχεις ταῦτ᾽, ἔφη, τὰ τραύματα;’ κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ’ ὢν ἀνείλετ᾽, εἰς πυρὰν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν. ‘νὴ τὴν φίλην Δήμητρα, δικαίως τοιγαρ, ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν.’
43
παρὰ Δεξιθέᾳ δειπνοῦσα θᾐταίρᾳ ποτὲ Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδὸν τῆς Δεξιθέας τῇ μητρί, ‘νὴ τὴν Ἄρτεμιν, εἰ, φησίν, ᾔδειν, ἡ Γνάθαινα, τοῦτ᾽ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι.’
43
ἐπεὶ προέβη τοῖς ἔτεσιν ἡ Γνάθαινα καὶ ἤδη τελέως ἦν ὁμολογουμένη σορός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ’ ἕκαστον. εἶτ’ ἰδοῦσα κατὰ τύχην ἱστῶντα κρεοπώλην τιν’ ἀστεῖον πάνυ τῇ θ’ ἡλικίᾳ σφόδρα νέον ‘ὦ πρὸς τῶν θεῶν, μειράκιον, ὁ καλός, φησί, πῶς ἵστης; φράσον.’ ὃ δὲ μειδιάσας ‘κύβδ᾽, ἔφη, τριωβόλου.’ ‘τίς δ’ οὑπιτρέψων ἐστί σοι, φησίν, τάλαν, ὄντα γ’ ἐν Ἀθήναις Καρικοῖς χρῆσθαι σταθμοῖς;’
43
Στρατοκλῆς δύ’ ἐρίφους προῖκ’ ἐδίδου τοῖς γνωρίμοις λοπάδας συνάλμους τε συναρτύειν δοκῶν καὶ διψᾶν ὑπολειπόμενοι εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν, μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολάς. Γνάθαινα δ’ αὑτῆς εἶπε πρὸς ἐραστήν τινα στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς· ‘Στρατοκλῆς ἐπ’ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ.’