Book 13
29
χ περὶ δὲ τῶν ἑταιρῶν Ἔφιππος ἐν Ἐμπολῇ τάδε φησὶν ἔπειτὰ γ’ εἰσίοντ᾽, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως· ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις χανοῦσ’ ὁμοίως, ἧσε, παρεμυθήσατο ἐποίησὲ θ’ ἱλαρὸν εὐθέως τ’ ἀφεῖλε πᾶν αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων. Εὔβουλος δ’ ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράγων φησὶν ὡς δ’ ἐδείπνει κοσμίως, οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν ἀπέβρυκον αἰσχρῶς, ἀλλ’ ἑκάστου μικρὸν ἂν ἀπεγεύεθ’ ὥσπερ παρθένος Μιλησία. Ἀντιφάνης Ὑδρίᾳ· οὗτος δ’ ὃν λέγω ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς ἰδὼν ἑταίρας εἰς ἔρωτ’ ἀφίκετο, ἀστῆς, ἐρήμου δ’ ἐπιτρόπου καὶ συγγενῶν, ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης, ὄντως ἑταίρας, αἱ μὲν ἄλλαι τοὔνομα βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν. Ἀναξίλας Νεοττίδι· ἐὰν δέ τις μετρίως ἔχουσα χρημάτων τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα προσηγορεύθη. καὶ σὺ νῦν οὐχ ὡς λέγεις πόρνης, ἑταίρας ᾽ εἰς ἔρωτα τυγχάνεις ἐληλυθώς· ἆρ’ ὡς ἀληθῶς ἐστι γοῦν ἁπλῆ τις; β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία. ὁ