Book 13
14
(Θεόφραστος δ’ ἐν τῷ Ἐρωτικῷ (fr. 107) Χαιρήμονά φησι τὸν τραγικὸν λέγειν (ante fr. 13 N), ὡς τὸν οἶνον τῶν χρωμένων τοῖς τρόποις κεράννυσθαι, οὕτως καὶ τὸν Ἔρωτα· ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταράττων χαλεπώτατος ..... διόπερ ὁ ποιητὴς οὗτος (Eur. Iph. A 548 N) οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησι ‘δίδυμα γὰρ τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπ’ εὐαίωνι τύχᾳ, τὸ δ’ ἐπὶ συγχύσει βιοτᾶς.ʼ)