Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 12

67 οὐ μόνος δ’ Ἀρίστιππος καὶ οἱ ἀπ’ αὐτοῦ τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἀλλὰ καὶ ΕΠΙΚΟΥΡΟΣ καὶ οἱ ἀπὸ τούτου. καὶ ἵνα μὴ τοὺς καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἅπερ πολλάκις προφέρεται ὁ Ἐπίκουρος (fr. 413 Us), καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα, ἃ ἐν τῷ περὶ Τέλους εἴρηκεν, τούτων μνηθήσομαι. φησὶν γάρ (fr. 67)· ‘οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι’ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δι’ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ’ ὄψιν ἡδείας κινήσεις.’ καὶ Μητρόδωρος ἐν ταῖς Ἐπιστολαῖς φησιν (fr. 6 Duening)· ‘περὶ γαστέρα, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.’ καὶ ὁ Ἐπίκουρος δέ φησιν (fr. 409)· ‘ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή· καὶ τὰ σοφὰ καὶ τὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν.’ κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησίν (fr. 70)· ‘τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ· ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον,’ σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν τῆς ἡδονῆς καὶ θεραπαίνης τάξιν ἐπέχουσαν. κἀν ἄλλοις δέ φησιν (fr. 512)· ‘προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme