Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 12

66 καὶ Δοῦρις δέ φησιν ἐν τῇ κγʹ τῶν Ἱστοριῶν (FHG II 477) ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς μέθης. διὸ ποιεῖν τὸν Ὅμηρον τῷ ΑΓΑΜΕΜΝΟΝΙ λοιδορούμενον τὸν Ἀχιλλέα καὶ λέγοντα· Il. 1.225 οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων. καὶ τὸν θάνατον δ’ ἀποσημαίνων τοῦ βασιλέως φησίν (Od. 11.418)· ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθα, δεικνύων καὶ τὸν θάνατον αὐτοῦ παρ’ αὐταῖς ταῖς ἐπιθυμίαις τῆς μέθης γενόμενον.
66 φιλήδονος ἦν καὶ ΣΠΕΥΣΙΠΠΟΣ ὁ Πλάτωνος συγγενὴς καὶ διάδοχος τῆς σχολῆς. Διονύσιος γοῦν ὁ τῆς Σικελίας τύραννος ἐν τῇ πρὸς αὐτὸν Ἐπιστολῇ κατὰ τῆς φιληδονίας αὐτοῦ εἰπὼν καὶ φιλαργυρίαν αὐτῷ ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἔρωτα, ἥτις καὶ Πλάτωνος ἠκηκόει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme