Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 12

45 ΠΕΡΙΚΛΕΑ δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ’ ἡδονῆς βίον προείλετο ᾤκει τε μετ’ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. ΘΕΜΙΣΤΟΚΛΗΣ δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδ᾽ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν. ἀμφιβόλως δ’ αὐτὸ εἴρηκεν ὁ Ἰδομενεύς, εἴτε ἑταίρας τέτταρας συνυπέζευξεν ὡς ἵππους εἴτ’ ἀνεβίβασεν αὐτὰς ἐπὶ τὸ τέθριππον. Πόσσις δ’ ἐν τρίτῳ Μαγνητικῶν (FHG IV 483) τὸν Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι Ἀθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι. Κλέαρχος δὲ ἐν πρώτῳ περὶ Φιλίας (FHG II 313) τὸν Θεμιστοκλέα φησὶ τρίκλινον οἰκοδομησάμενον περικαλλέστατον ἀγαπᾶν ἂν ἔφησεν, εἰ τοῦτον φίλων πληρώσειεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme