Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 12

35 Ποσειδώνιος δ’ ἑκκαιδεκάτῃ Ἱστοριῶν περὶ τῶν κατὰ τὴν Συρίαν πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα· τῶν γοῦν ἐν ταῖς πόλεσιν ἀνθρώπων διὰ τὴν εὐβοσίαν τῆς χώρας ἀπὸ τῆς περὶ τὰ ἀναγκαῖα κακοπαθείας συνόδους νεμόντων πλείονας, ἐν αἷς εὐωχοῦντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι ἐλαίῳ πολυτελεῖ καὶ μύροις, τοῖς δὲ γραμματείοις οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι, καὶ τὸ πλεῖον τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλὰ καὶ καταυλουμένους πρὸς χελωνίδος πολυκρότου ψόφον, ὥστε τὰς πόλεις ὅλας τοιούτοις κελάδοις συνηχεῖσθαι. Ἀγαθαρχίδης δ’ ἐν τῇ τριακοστῇ πέμπτῃ τῶν Εὐρωπιακῶν Ἀρυκανδεῖς, φησί, Λυκίας ὅμοροι ὄντες Λιμυρεῦσι διὰ τὴν περὶ τὸν βίον ἀσωτίαν καὶ πολυτέλειαν κατάχρεοι γενόμενοι καὶ διὰ τὴν ἀργίαν καὶ φιληδονίαν ἀδυνατοῦντες ἀποδοῦναι τὰ δάνεια προσέκλιναν ταῖς Μιθριδάτου ἐλπίσιν, ἆθλον ἕξειν νομίσαντες χρεῶν ἀποκοπάς. ἐν δὲ τῇ λαʹ Ζακυνθίους φησὶν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme