Book 12
32
καὶ τῶν παρωκεανιτῶν δὲ τινάς φησι Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν ἁβροδιαίτους γενέσθαι, περὶ δὲ Βυζαντίων καὶ Καλχηδονίων ὁ αὐτός φησι Θεόπομπος τάδε· ἦσαν δὲ οἱ Βυζάντιοι καὶ διὰ τὸ δημοκρατεῖσθαι πολὺν ἤδη χρόνον καὶ τὴν πόλιν ἐπ’ ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον ἅπαντα περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι καὶ συνουσιάζειν καὶ πίνειν εἰθισμένοι ἐπὶ τῶν καπηλείων. Καλχηδόνιοι δὲ πρὶν μὲν μετασχεῖν αὐτοῖς τῆς πολιτείας ἅπαντες ἐν ἐπιτηδεύμασι καὶ βίῳ βελτίονι διετέλουν ὄντες, ἐπεὶ δὲ τῆς δημοκρατίας τῶν Βυζαντίων ἐγεύσαντο, διεφθάρησαν εἰς τρυφήν, καὶ τὸν καθ’ ἡμέραν βίον ἐκ σωφρονεστάτων καὶ μετριωτάτων φιλοπόται καὶ πολυτελεῖς γενόμενοι. κἀν τῇ πρώτῃ δὲ πρὸς ταῖς εἴκοσι τῶν Φιλιππικῶν τὸ τῶν ᾽ Ὀμβρικῶν φησὶν ἔθνος ἐστὶν δὲ περὶ τὸν Ἀδρίαν ἐπιεικῶς εἶναι ἁβροδίαιτον παραπλησίως τε βιοτεύειν τοῖς Λυδοῖς χώραν τε ἔχειν ἀγαθήν, ὅθεν προελθεῖν εἰς εὐδαιμονίαν·