Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 12

29 ἀπώλοντο δὲ καὶ ΜΑΓΝΗΤΕΣ οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι, ὥς φησι Καλλῖνος ἐν τοῖς Ἐλεγείοις (cf. Bergk ad fr. 3) καὶ Ἀρχίλοχος (fr. 20)· ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων. καὶ περὶ αὐτῶν δὲ τῶν ΕΦΕΣΙΩΝ Δημόκριτος ὁ Ἐφέσιος ἐν τῷ προτέρῳ περὶ τοῦ ἐν Ἐφέσῳ Ναοῦ διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων γράφει καὶ τάδε (FHG IV 383)· ‘τὰ δὲ τῶν Ἰώνων ἰοβαφῆ καὶ πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαντά· αἱ δὲ κεφαλαὶ κατ’ ἴσα διειλημμέναι ζῴοις. καὶ σαράπεις μήλινοι καὶ πορφυροῖ καὶ λευκοί, οἳ δὲ ἁλουργεῖς. καὶ καλασίρεις Κορινθιουργεῖς· εἰσὶ δ’ αἳ μὲν πορφυραῖ τούτων, αἳ δὲ ἰοβαφεῖς, αἳ δὲ ὑακίνθιναι· λάβοι δ’ ἄν τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς. ὑπάρχουσιν δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν. ἴδοι δ’ ἄν τις, φησίν, καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν. ἐστὶν δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν· καταπέπασται δὲ χρυσοῖς κέγχροις· οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ’ ἔχουσιν ἀνὰ μέσον.’ τούτοις πᾶσι χρῆσθαί φησι τοὺς Ἐφεσίους ἐπιδόντας εἰς τρυφήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme