Book 12
1
Ἄνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς, κατὰ τὸν Ἀλέξιδος Τυνδάρεων (II 384 K), ἑταῖρε Τιμόκρατες· κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκ’ ἄλλοι καὶ δέκα ἅρματα συνωρίδες τε πεντεκαίδεκα· τούτοις δὲ δεῖ σε τἀπιτήδει’ ἐμβαλεῖν, ὥστ’ ἦν κράτιστον μηδὲ καλέσαι μηδένα. κἀμοὶ δ’ ἦν κράτιστον σιωπᾶν καὶ μὴ ἐπὶ τοσούτοις προειρημένοις ἕτερα προστιθέναι· ἀλλ’ ἐπεὶ πάνυ λιπαρῶς ἡμᾶς ἀπαιτεῖς καὶ τὸν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων λόγον καὶ τῆς τούτων ἡδυπαθείας ...