Book 11
107
ΧΥΤΡΙΔΕΣ. Ἄλεξις ἐν Ὑποβολιμαίῳ (II 386 K)· ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδι’ ἀκράτου τῆς τ’ ἀδελφῆς προσλαβὼν τῆς τοῦ βασιλέως ταὔτ᾽, ἀπνευστί τ’ ἐκπιὼν ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον, καὶ τῆς Ὁμονοίας δύο, τί νῦν μὴ κωμάσω ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς; Ἡρόδοτος δ’ ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν (c. 88) νόμον φησὶ θέσθαι Ἀργείους καὶ Αἰγινήτας Ἀττικὸν μηδὲν προσφέρειν πρὸς τὰς θυσίας μηδὲ κέραμον, ἀλλ᾽ ἐκ χυτρίδων ἐπιχωρίων τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν. καὶ Μελέαγρος δ’ ὁ κυνικὸς ἐν τῷ Συμποσίῳ οὑτωσὶ γράφει· ‘κἀν τοσούτῳ πρόποσιν αὐτῷ βαρεῖαν διέδωκε, χυτρίδια βαθέα δώδεκα.’