Book 11
105
Ἀθηναῖοι δὲ τὰς μὲν ἀργυρᾶς φιάλας ἀργυρίδας λέγουσι, χρυσίδας δὲ τὰς χρυσᾶς. τῆς δὲ ἀργυρίδος Φερεκράτης μὲν ἐν Πέρσαις οὕτως μνημονεύει· οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις; χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις· χρυσίδι σπένδων γέγωνε τοῖς ὄφεσι πιεῖν διδούς· καὶ Ἕρμιππος ἐν Κέρκωψι· χρυσίδ’ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο. καὶ ὅ γε ἐ.., ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δ’ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἀράκην καλοῦσι.
106
Φθίος . πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις· σὺν φθοῖσι προσπεπτωκώς. ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί, Φιλοτησία. κύλιξ τις ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι· καὶ φιλοτησίας προὔπινεν. Ἄλεξις· φιλοτησίαν σοι τήνδ’ ἐγὼ ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι. ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης· ἑπτάπους γοῦν ἡ σκιὰ ᾽ στιν ἡ ᾽ πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽ ὁ χορὸς ὁ φιλοτήσιος. διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ · δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία. χόννοι. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον ὃ δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ. Χαλκιδικὰ ποτήρια ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα.