Book 11
94
ΠΡΟΧΥΤΗΣ εἶδος ἐκπώματος, ὡς Σιμάριστος ἐν τετάρτῳ Συνωνύμων. Ἴων δ’ ὁ Χῖος ἐν Ἐλεγείοις (fr. 2 B)· ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις. Φιλητᾶς δ’ ἐν Ἀτάκτοις (fr. 52 Bach) ἀγγεῖον ξύλινον, ἀφ’ οὗ τοὺς ἀγροίκους πίνειν. μνημονεύει αὐτοῦ καὶ Ἀλέξανδρος ἐν τιγονι (III 373 K). Ξενοφῶν δ’ ἐν ὀγδόῳ Παιδείας (c. 8, 10) προχοίδας τινὰς λέγει κύλικας γράφων ὧδε (ὁ δὲ λόγος ἐστὶν αὐτῷ περὶ Περσῶν)· ‘ἦν δὲ αὐτοῖς νόμιμον μὴ προχοίδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια, δῆλον ὅτι νομίζοντες τὸ μὴ ὑπερπίνειν ἧττον ἂν καὶ σώματα καὶ γνώμας σφάλλειν· νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ καταμένει· τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι.’
94
ΠΡΟΥΣΙΑΣ. ὅτι τὸ ποτήριον τοῦτο ἔξορθόν ἐστι προείρηται (p. 475 f). καὶ ὅτι τὴν προσηγορίαν ἔσχεν ἀπὸ Προυσίου τοῦ Βιθυνίας βασιλεύσαντος καὶ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ διαβοήτου γενομένου ἱστορεῖ Νίκανδρος ὁ Καλχηδόνιος ἐν τετάρτῳ Προυσίου Συμπτωμάτων (FHG IV 462).
95
ΡΕΟΝΤΑ. οὕτως ποτήριά τινα ἐκαλεῖτο. μνημονεύει δ’ αὐτῶν Ἀστυδάμας ἐν Ἑρμῇ λέγων οὕτως (fr. 3 N)· κρατῆρε μὲν πρώτιστον ἀργυρὼ δύο, φιάλας δὲ πεντήκοντα, δέκα δὲ κυμβία, ῥέοντα δώδεχ᾽, ὧν τὰ μὲν δέκ’ ἀργυρᾶ ἦν, δύο δὲ χρυσᾶ, γρύψ, τὸ δ’ ἕτερον Πήγασος. ΡΥΣΙΣ φιάλη χρυσῆ, Θεόδωρος. Κρατῖνος ἐν Νόμοις (I 52, 124 K)· ῥυσίδι σπένδων.