Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

91 Πέλλα ἀγγεῖον σκυφοειδές, πυθμένα ἔχον πλατύτερον, εἰς ὃ ἤμελγον τὸ γάλα. Ὅμηρος· ὡς ὅτε μυῖαι σταθμῷ ἐνιβρομέωσιν ἐυγλαγέας κατὰ πέλλας. τοῦτο δὲ Ἱππῶναξ λέγει πελλίδα· ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτῇ κύλιξ, ὁ παῖς γὰρ ἐμπεσὼν κατήραξε, δῆλον, οἶμαι, ποιῶν ὅτι ποτήριον μὲν οὐκ ἦν, δι’ ἀπορίαν δὲ κύλικος ἐχρῶντο τῇ πελλίδι. καὶ πάλιν ἐκ δὲ τῆς πέλλης ἔπινον, ἄλλοτ’ αὐτός, ἄλλοτ’ Ἀρήτη προὔπινεν. Φοῖνιξ δ’ ὁ Κολοφώνιος ἐν τοῖς Ἰάμβοις ἐπὶ φιάλης τίθησι τὴν λέξιν λέγων οὕτως· Θαλῆς γάρ, ὅστις ἀστέρων ὀνήιστος καὶ τῶν τότ᾽, ὡς λέγουσι, πολλὸν ἀνθρώπων ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν. καὶ ἐν ἄλλῳ δὲ μέρει φησίν ἐκ πελλίδος δὲ τάργανον κατηγυίης χωλοῖσι δακτύλοισι τἠτέρῃ σπένδει, τρέμων οἷόνπερ ἐν βορηίῳ νωδός. Κλείταρχος δὲ ἐν ταῖς Γλώσσαις πελλητῆρα μὲν καλεῖν Θεσσαλοὺς καὶ Αἰολεῖς τὸν ἀμολγέα, πέλλαν δὲ τὸ ποτήριον. Φιλίτας δ’ ἐν Ἀτάκτοις τὴν κύλικα Βοιωτούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme