Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

44 Ἀπολλόδωρος δ’ ὁ Γελῷος ἐν Φιλαδέλφοις ἢ Ἀποκαρτεροῦντί φησιν (III 279 K)· ἐφεξῆς στρώματ᾽, ἀργυρώματα, θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια ἕτερα. Ἀριστοφῶν δ’ ἐν Φιλωνίδῃ (II 281 K)· τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης δι’ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα, ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην, προσφέρων ἔδωκεν· οἶμαι, χρηστότητος οὕνεκα. εἶτ’ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως. Θεόφιλος δ’ ἐν Βοιωτίᾳ (II 473 K)· τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ τῶν θηρικλείων, πῶς δοκεῖς, κεραννύει καλῶς, ἀφρῷ ζέουσαν. οὐδ’ ἂν Αὐτοκλῆς οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ ἄρας ἐνώμα. ἐν δὲ Προιτίσι (ib. 476)· καὶ κύλικα .... θηρίκλειον εἰσφέρει πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’ Ἀγαθῆς Τύχης. ΙΣΘΜΙΟΝ. Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων Κυπρίους τὸ ποτήριον οὕτως καλεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme