Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

35 ΕΛΕΦΑΣ. οὕτως ἐκαλεῖτο ποτήριόν τι, ὡς Δαμόξενός φησιν ἐν Αὑτὸν πενθοῦντι (III 348 K)· εἰ δ’ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ’ ἥκει φέρων ὁ παῖς. Β. τί δ’ ἐστὶ τοῦτο, πρὸς θεῶν; Α. ῥυτὸν δίκρουνον ἡλίκον τι τρεῖς χωρεῖν χοᾶς, Ἄλκωνος ἔργον. προὔπιεν δέ μοί ποτε ἐν Κυψέλοις Ἀδαῖος. μνημονεύει τοῦ ποτηρίου τούτου καὶ Ἐπίνικος ἐν Ὑποβαλλομέναις, οὗ τὸ μαρτύριον παρέξομαι ἐν τῷ περὶ τοῦ ῥυτοῦ λόγῳ (p. 497a).
36 ΕΦΗΒΟΣ. τὸ καλούμενον ποτήριον ἐμβασικοίταν οὕτως φησὶ καλεῖσθαι Φιλήμων ὁ Ἀθηναῖος ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων ἢ Γλωσσῶν. Στέφανος δ’ ὁ κωμικὸς ἐν Φιλολάκωνί φησι (III 360 K)· τούτῳ προέπιεν ὁ βασιλεὺς κώμην τινά. Β. καινόν τι τοῦτο γέγονε νῦν ποτήριον; Α. κώμη μὲν οὖν τίς ἐστι περὶ τὴν Θουρίαν. Β. εἰς τὰς Ῥοδιακὰς ὅλος ἀπηνέχθην ἐγὼ καὶ τοὺς ἐφήβους, Σωσία, τοὺς δυσχερεῖς.
37 ΗΔΥΠΟΤΙΔΕΣ. ταύτας φησὶν ὁ Σάμιος Λυγκεὺς Ῥοδίους ἀντιδημιουργήσασθαι πρὸς τὰς Ἀθήνησι θηρικλείους, Ἀθηναίων μὲν αὐτὰς τοῖς πλουσίοις διὰ τὰ βάρη χαλκευσαμένων τὸν ῥυθμὸν τοῦτον, Ῥοδίων δὲ διὰ τὴν ἐλαφρότητα τῶν ποτηρίων καὶ τοῖς πένησι τοῦ καλλωπισμοῦ τούτου μεταδιδόντων. μνημονεύει δ’ αὐτῶν καὶ Ἐπιγένης ἐν Ἡρωίνῃ διὰ τούτων (II 417 K)· ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα, ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν. Σῆμος δ’ ἐν πέμπτῃ Δηλιάδος (FHG IV 494) ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικός, ἧς μνημονεύει καὶ ἐν τῇ ηʹ. Κρατῖνος δ’ ὁ νεώτερός φησι (II 293 K)· παρ’ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme