Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

27 βατιάκιον , λαβρώνιος, τραγέλαφος, πρίστις, ποτηρίων ὀνόματα. Περσικὴ δὲ φιάλη ἡ βατιάκη. Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἐν ταῖς Ἐπιστολαῖς ταῖς πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ σατράπας φέρεταί τις ἐπιστολὴ ἐν ᾗ ταῦτα γέγραπται· βατιάκαι ἀργυραῖ κατάχρυσοι τρεῖς. κόνδυα ἀργυρᾶ ρος τούτων ἐπίχρυσα λγ′. τισιγίτης ἀργυροῦς εἷς. μύστροι ἀργυροῖ κατάχρυσοι λβ′. λαγυνοθήκη ἀργυρᾶ μία. οἰνοφόρον βαρβαρικὸν ἀργυροῦν ποικίλον ἕν. ἄλλα ποτήρια παντοδαπὰ μικρὰ κθ′, ῥυτὰ καὶ βατιάκαι Λυκιουργεῖς ἐπίχρυσοι καὶ θυμιατήρια καὶ τρυβλία.
27 Βῆσσα ποτήριον παρ’ Ἀλεξανδρεῦσι πλατύτερον ἐκ τῶν κάτω μερῶν, ἐστενωμένον ἄνωθεν.
28 βαύκαλις. ἐν ᾽ Ἀλεξανδρείᾳ καὶ αὕτη, ὡς Σώπατρος ὁ παρῳδός· βαυκαλὶς ἡ τετρακότυλος. καὶ πάλιν· νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς κραιπαλοβόσκου δίψης κατόχοις. κατασκευάζουσι δέ, φησίν, οἱ ἐν Ἀλεξανδρείᾳ τὴν ὕαλον μεταρρυθαίζοντες πολλαῖς καὶ ποικίλαις ἰδέαις ποτηρίων, παντὸς τοῦ πανταχόθεν κατακομιζομένου κεράμου τὴν ἰδέαν μιμούμενοι. Λύσιππον τὸν ἀνδριαντοποιόν φασι Κασάνδρῳ χαριζόμενον, ὅτε συνῴκισε τὴν Κασάνδρειαν, φιλοδοξοῦντι καὶ βουλομένῳ ἴδιόν τινα εὑρέσθαι κέραμον διὰ τὸ πολὺν ἐξάγεσθαι τὸν Μενδαῖον οἶνον ἐκ τῆς πόλεως, φιλοτιμηθῆναι καὶ πολλὰ καὶ παντοδαπὰ γένη παραθέμενον κεραμίων ἐξ ἑκάστου ἀποπλασάμενον ἴδιον ποιῆσαι πλάσμα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme