Book 11
2
ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σιμωνίδην ἐν Ἰάμβοις οὕτως· ἀπὸ τράπεζαν εἷλεν ᾗ ποτήρια καὶ ὁ τὴν Ἀλκμαιωνίδα δὲ ποιήσας φησίν νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας εὐρείης στιβάδος παρέθηκ’ αὐτοῖσι θάλειαν δαῖτα ποτήριά τε, στεφάνους δ’ ἐπὶ κρασὶν ἔθηκεν. ἅπερ ὠνομάσθη ἀπὸ τῆς πόσεως, ὡς τὸ ἔκπωμα οἱ , Ἀττικοί ἐπεὶ ὑδροποτεῖν καὶ οἰνοποτεῖν λέγουσιν. Ἀριστοφάνης ἐν Ἱππεῦσιν γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην. κἀν τῷ αὐτῷ δὲ ἔφη· πολλῷ γ’ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ. καὶ Φερεκράτης ἐν Τυραννίδι· ἡ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων, ὁ δὲ Ἀνακρέων ἔφη· οἰνοπότης δὲ πεποίημαι. ἔστι δὲ τὸ ῥῆμα καὶ παρὰ τῷ ποιητῇ· οἰνοποτάζων γὰρ εἴρηκε. καὶ Σαπφὼ δ’ ἐν τῷ β ἔφη· πολλὰ δ’ ἀνάριθμα ποτήρια κἀλέφαις. καὶ Ἀλκαῖος· ἐκ δὲ ποτήριον πώνης Διννομένῃ παρίσδων. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν β Ἀχαϊκῶν.