Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

17 ῝ ῝Ὅτι διὰ σπουδῆς εἶχον οἱ ἀρχαῖοι ἐγκόλαπτον ἱστορίαν ἔχειν ἐν ἐκπώμασιν. ἐν ταύτῃ δὲ τῇ τέχνῃ εὐδοκίμησαν Κίμων καὶ Ἀθηνοκλῆς. ἐχρῶντο δὲ καὶ λιθοκολλήτοις ἐκπώμασι. Μένανδρος δὲ πού φησι καὶ ποτήριον τορνευτὸν καὶ τορευτά. Ἀντιφάνης· ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς ἀφρῷ σκιασθὲν χρυσοκόλλητον δέπας μεστὸν κύκλῳ τορευτὸν ἕλκουσι γνάθοις ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον τἄνω κάτω δεικνύντες. φησὶ πρός τινα Νικόμαχος· ὦ χαῖρε, χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν Φιλιππίδης· τὰ ποτήρι᾽· ἂν ἴδῃς τὰ παρεσκευασμένα, ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν, ὑπερήφαν’ ἔργ᾽. ἐγὼ μὲν ἐξέστην ἰδών. κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς Ἀλέξανδρον Ἐπιστολαῖς τὰ Περσικὰ λάφυρα ποτηρίων, φησί, χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ο γ , μναῖ ν β . ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια ν ς , μναῖ λ δ .

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme