Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

87 πάντ’ ἐθέλω δόμεναι καὶ ἔτ’ οἰκόθεν ἄλλ’ ἐπιθεῖναι. καὶ πάλιν στίχους Ὁμηρικοὺς ἀπὸ τῆς πρώτης συλλαβῆς καὶ τῆς ἐσχάτης δηλοῦντας ὄνομα οἷον (B 557. 628. 732)· Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας. Αἴας. Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς. Φυλεύς. ἰητῆρ’ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων εἰσὶ καὶ ἄλλοι στίχοι Ὁμηρικοὶ δηλοῦντες σκευῶν ὀνόματα ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς οἷον· ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός. (Il. 8.202) ὅλμος. μυθεῖται κατὰ μοῖραν ἅπερ κ’ οἴοιτο καὶ ἄλλος. (Od. 17.580) μύλος. λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ. (Od. 18.107) λύρη. ἄλλοι στίχοι δηλοῦντες ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῶν ἐδωδίμων τί· ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος. (Il. 1.538) ἄρτος. μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. (Il. 1.550) μῆλα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme