Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

73 ἐν δὲ Σαπφοῖ ὁ Ἀντιφάνης αὐτὴν τὴν ποιήτριαν προβάλλουσαν ποιεῖ γρίφους τόνδε τὸν τρόπον, ἐπιλυομένου τινὸς οὕτως. ἣ μὲν γάρ φησιν (II 95 K)· ἔστι φύσις θήλεια βρέφη σῴζουσ’ ὑπὸ κόλποις αὑτῆς, ὄντα δ’ ἄφωνα βοὴν ἵστησι γεγωνὸν καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης οἷς ἐθέλει θνητῶν, τοῖς δ’ οὐδὲ παροῦσιν ἀκούειν ἔξεστιν· κωφὴν δ’ ἀκοῆς αἴσθησιν ἔχουσιν. ταῦτά τις ἐπιλυόμενός φησιν· ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις, βρέφη δ’ ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας. οὗτοι κεκραγότες δὲ τὰ διαπόντια τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα ἕλκουσι δεῦρο. νεμομένων δὲ πλησίον αὐτῶν κάθηται λοιδορουμένων τ’ ἀεὶ ὁ δῆμος οὐδὲν οὔτ’ ἀκούων οὔθ’ ὁρῶν. Σ. ..... πῶς γὰρ γένοιτ’ ἄν, ὦ πάτερ, ῥήτωρ ἄφωνος; Β. ἢν ἁλῷ τρὶς παρανόμων. καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι τὸ ῥηθέν. ἀλλὰ δὴ λέγε. ἔπειτα ποιεῖ τὴν Σαπφὼ διαλυομένην τὸν γρῖφον οὕτως· θήλεια μέν νύν ἐστι φύσις ἐπιστολή, βρέφη δ’ ἐν αὑτῇ περιφέρει τὰ γράμματα· ἄφωνα δ’ ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ οἷς βούλεθ᾽· ἕτερος δ’ ἂν τύχῃ τις πλησίον ἑστὼς ἀναγιγνώσκοντος οὐκ ἀκούσεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme