Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

72 Ἀντιφάνης δ’ ἐν τῷ Προβλήματί φησιν (II 92 K)· ἰχθύσιν ἀμφίβληστρον ἀνὴρ πολλοῖς περιβάλλειν οἰηθεὶς μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην· καὶ ταύτην ψευσθεὶς ἄλλην κεστρεὺς ἴσον αὐτὴν ἦγεν. βουλομένη δ’ ἕπεται πέρκη μελανούρῳ. Β. κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ’ ὅ τι λέγεις· οὐδὲν λέγεις γάρ. Α. ἀλλ’ ἐγὼ σαφῶς φράσω. ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς οἷσι δέδωκ’ οὐδ’ αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο. Β. διδούς τις οὐκ ἔδωκεν οὐδ’ ἔχων ἔχει; οὐκ οἶδα τούτων οὐδέν. Α. οὐκοῦν ταῦτα καὶ ὁ γρῖφος ἔλεγεν. ὅσα γὰρ οἶσθ’ οὐκ οἶσθα νῦν οὐδ’ ὅσα δέδωκας οὐδ’ ὅσ’ ἀντ’ αὐτῶν ἔχεις. τοιοῦτο τοῦτ’ ἦν. Β. τοιγαροῦν κἀγώ τινα εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. Α. λέγε. Β. πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ’ ἔχουσαι πόλλ’ ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὅν τ’ ᾤοντο λέγειν τι, οὐκ ἐλάλουν· οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς ὃν μὲν ἦν αὐταῖς ὁ λόγος, πρὸς δ’ αὑτὰς πολλὰ λαλούσας αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρίψαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme