Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

58 Πλάτων Φάωνι διηγούμενος ὅσα διὰ τὸν οἶνον συμβαίνει ταῖς γυναιξί φησιν (I 648 K)· εἶεν, γυναῖκες, ὡς ὑμῖν πάλαι οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι. ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία, ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ. εἰ γὰρ Φάωνα δεῖσθ’ ἰδεῖν, προτέλεια δεῖ ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί· πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι ἑκκαίδεχ’ ὁλόκληροι μέλιτι διαμεμιγμέναι, λαγῷα δώδεκ’ ἐπισέληνα. τἄλλα δὲ ἤδη τάδ’ εὐτελέστατ’ ἐστ᾽· ἄκουε δή. βολβῶν μὲν Ὀρθάννῃ τρί’ ἡμιεκτέα, Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν μύρτων πινακίσκος χειρὶ παρατετιλμένων· λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες. πύργης τετάρτης κυσί τε καὶ κυνηγέταις, Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον, ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα. ταῦτ’ ἐστι τἀναλώματ᾽. εἰ μὲν οὖν τάδε προσοίσετ᾽, εἰσέλθοιτ’ ἄν· εἰ δὲ μή, μάτην ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν. Ἀξιόνικος δ’ ἐν Φιλίννῃ φησί (II 414 K)· γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme