Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

57 οἷαι δ’ εἰσὶ παρὰ τοῖς Ἕλλησι μεθύουσαι αἱ γυναῖκες παραδίδωσιν Ἀντιφάνης μὲν ἐν τῇ Ἀκοντιζομένῃ οὕτω· γείτων ἐστί τις κάπηλος· οὗτος εὐθὺς ὅταν ἔλθω ποτὲ διψῶσα, μόνος οἶδ’ ὣς γ’ ἐμοὶ κεράννυται. οὔθ’ ὑδαρὲς οὔτ’ ἄκρατον οἶδ’ ἐγώ ποτε πιοῦσα. καὶ ἐν Μύστιδι· γυναῖκες δέ εἰσιν αἱ διαλεγόμεναι· βούλει καὶ σύ, φιλτάτη , πιεῖν; β. καλῶς ἔχει μοι. α. τοιγαροῦν ἐμοὶ φέρε. μέχρι γὰρ τριῶν δεῖν φασι τιμᾶν τοὺς θεούς. Ἄλεξις δὲ Ὀρχηστρίδι· γυναιξὶ δ’ ἀρκεῖ πάντ’ ἐὰν οἶνος παρῇ πίνειν διαρκής. β. ἀλλὰ μήν, νὴ τὼ θεώ, ὁ ἔσται γ’ ὅσον ἂν βουλώμεθ᾽, ἔσται καὶ μάλα ἡδὺς γ᾽, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρὸς γεγώς, γέρων γε δαιμονίως. λ. ἀσπάζομαι γραῦν σφίγγα πρὸς ἐμὲ ὡς αἰνίγματα λέγε καὶ τὰ λοιπά. ἐν δὲ Δὶς πενθοῦντι Ζωπύρας τινὸς μνημονεύων φησί· καὶ Ζωπύρα, οἰνηρὸν ἀγγεῖον. Ἀντιφάνης Βάκχαις· ἐπεὶ δὲ τοῦτ’ οὐκ ἔστι, κακοδαίμων σφόδρα ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις· ἐκεῖ μόνον γὰρ οὐδὲ φύετ’ ἄμπελος. Ξέναρχος Πεντάθλῳ· ὅρκον δ’ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme