Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

43 τῆς δὲ δίψης οὐδέν ἐστι πολυποθητότερον. διόπερ καὶ τὸ Ἄργος πολυδίψιον ὁ ποιητὴς ἔφη, τὸ πολυπόθητον διὰ τὸν χρόνον. τὸ δίψος γὰρ πᾶσιν ἰσχυρὰν ἐπιθυμίαν ἐμποιεῖ τῆς περιττῆς ἀπολαύσεως. διὸ καὶ ὁ Σοφοκλῆς φησι· διψῶντι γάρ τοι πάντα προσφέρων σοφὰ οὐκ ἂν πλέον τέρψειας ἢ ᾽μπιεῖν διδούς. καὶ ὁ Ἀρχίλοχος · μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν, ὣς ἐρέω. καὶ τῶν τραγικῶν δέ τις ἔφη· ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου, καὶ Ἀνακρέων; φίλη γὰρ εἶς ξείνοις· ἔασον δέ με διψῶντα πιεῖν. καὶ Ξενοφῶν δ’ ἐν τῷ τρίτῳ τῆς Παιδείας ποιεῖ τὸν Κῦρον τάδε λέγοντα· ᾽ ἐγὼ ὑμῖν διψῶ χαρίσασθαι.᾽ Πλάτων δ’ ἐν τῇ Πολιτείᾳ· ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme