Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

38 Διόδωρος δ’ ὁ Σινωπεὺς ἐν Αὐλητρίδι (II 420 K)· ἐπὰν κυάθους πίνῃ τις, ὦ Κρίτων, δέκα ἀεὶ παρ’ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον, πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ’ ἐξεμεῖ· ταῦτα σκόπει πρὸς σαυτόν. οὐκ ἀγλαφύρως δὲ Λύσανδρος ὁ Σπαρτιάτης, ὥς φησιν Ἡγήσανδρος ἐν ὑπομνήμασι (FHG IV 417), τὸν οἶνον ὑδαρῆ πωλούντων τῶν καπήλων ἐν τῷ στρατοπέδῳ, κεκραμένον ἐκέλευσεν αὐτὸν πωλεῖν, ἵν’ αὐτὸν ἀκρατέστερον ὠνοῖντο. τὸ παραπλήσιον καὶ Ἄλεξις εἴρηκεν ἐν Αἰσώπῳ οὕτως (II 299 K)· κομψόν γε τοῦτ’ ἐστὶν παρ’ ὑμῖν, ὦ Σόλων, ἐν ταῖς Ἀθήναις δεξιῶς θ’ εὑρημένον. ΣΟ. τὸ ποῖον; Α. ἐν τοῖς συμποσίοις οὐ πίνετε ἄκρατον. ΣΟ. οὐ γὰρ ῥᾴδιον· πωλοῦσι γὰρ ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον, οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ’ ὠνουμένων προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν ἐκ κραιπάλης. τοῦτ’ ἐσθ᾽, ὁρᾷς, Ἑλληνικὸς πότος, μετρίοισι χρωμένους ποτηρίοις λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως. τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος, ψυκτῆρι πίνειν καὶ κάδοις·Α. θάνατος μὲν οὖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme