Book 10
36
ὁ δ’ Ἀνακρέων ἔτι ζωρότερον ἐν οἷς φησι (fr. 42 B)· καθαρῇ δ’ ἐν κελέβῃ πέντε τε καὶ τρεῖς ἀναχείσθω. Φιλέταιρος δ’ ἐν Τηρεῖ δύο ὕδατος πρὸς τρεῖς ἀκράτου. λέγει δὲ οὕτως (II 234 K) πεπωκέναι δοκεῖ τὸν κατὰ δύο καὶ τρεῖς ἀκράτου. Φερεκράτης δ’ ἐν Κοριαννοῖ δύο ὕδατος πρὸς τέσσαρας οἴνου, λέγων ὧδε (I 164 K)· ἄποτος, ὦ Γλύκη. Β. ὑδαρῆ ᾽νέχεέν σοι; Α. παντάπασι μὲν οὖν ὕδωρ. Β. τί εἰργάσω; πῶς, ὦ κατάρατε, ἐνέχεας; ΓΛ. δύ’ ὕδατος, ὦ μάμμη. Β. τί δ’ οἴνου; ΓΛ. τέτταρας. Β. ἔρρ’ ἐς κόρακας· βατράχοισιν οἰνοχοεῖν σε δεῖ. Ἔφιππος δ’ ἐν Κίρκῃ τρεῖς πρὸς τέτταρας (II 255 K)· οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ ὑδαρῆ. Β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα. Α. οὕτως ἄκρατον, εἰπέ μοι, πίῃ; Β. τί φής;