Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

34 τὸ δ’ ἐνδελεχῶς μεθύειν, φησὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ (IV 566 M), τίν’ ἡδονὴν ἔχει, ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν, ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις; καὶ Ἄλεξις δὲ ἐν τῇ τοῦ Φρυγίου διασκευῇ φησιν (II 390 K)· εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν παρεγίνεθ’ ἡμῖν, οὐδ’ ἂν εἷς οἶνόν ποτε προσίετο πλείω τοῦ μετρίου. νυνὶ δὲ τὴν τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν. τὸν δὲ Σαμαγόρειον οἶνον καλούμενόν φησιν ὁ Ἀριστοτέλης (p. 119 R) ἀπὸ τριῶν κοτυλῶν κερασθεισῶν μεθύσκειν ὑπὲρ τεσσαράκοντα ἄνδρας.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme