Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

29 παρὰ δὲ Ἀνακρέοντι εἷς οἴνου πρὸς δύο ὕδατος· ἄγε δὴ φέρ’ ἡμίν, ὦ παῖ, κελέβην, ὅκως ἄμυστιν προπίω, τὰ μὲν δέκ’ ἐγχέας ὕδατος, τὰ πέντε δ’ οἴνου κυάθους, ὡς ἀνυβρίστως ἀνὰ δηὖτε βασσαρήσω. καὶ προελθὼν τὴν ἀκρατοποσίαν Σκυθικὴν καλεῖ πόσιν ἄγε δηὖτε, μηκέθ’ οὕτω πατάγῳ τε κἀλαλητῷ Σκυθικὴν πόσιν παρ’ οἴνῳ μελετῶμεν, ἀλλὰ καλοῖσ᾽ ὑποπίνοντες ἐν ὕμνοις. καὶ Λακεδαιμόνιοι δ᾽, ὥς φησιν Ἡρόδοτος ἐν τῇ ἕκτῃ, Κλεομένη τὸν βασιλέα Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον ἐκ τῆς μέθης φασὶ μανῆναι. καὶ αὐτοὶ δ’ οἱ Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι λέγουσι. χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει· ἐπεὶ καὶ Κλεομένη τὸν Σπαρτιάτην φασὶν οἱ Λάκωνες μανῆναι διὰ τὸ Σκύθαις ὁμιλήσαντα μαθεῖν ἀκρατοποτεῖν. ὅθεν ὅταν βούλωνται πιεῖν ἀκρατέστερον, ἐπισκύθισον λέγουσιν.᾽ Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ τοὺς σατύρους ποιεῖ δυσχεραίνοντας ἐπὶ τῷ ὑδαρῆ πίνειν καὶ λέγοντας· μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς; β. ἀλλ’ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις. α. καλῶς μὲν οὖν ἄγειν Σκύθῃ πιεῖν. ἦσαν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme