Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

27 αἰτούντων οὖν τῶν μὲν πλέον οἴνου, τῶν δὲ ἴσον ἴσῳ φασκόντων κίρνασθαι, καὶ εἰπόντος τινὸς Ἄρχιππον εἰρηκέναι ἐν δευτέρῳ Ἀμφιτρύωνι· τίς ἐκέρασε σφῶν, ὦ κακόδαιμον, ἴσον ἴσῳ; καὶ Κρατῖνος ἐν Πυτίνῃ· τὸν δ’ ἴσον ἴσῳ φέροντ’· ἐγὼ δ’ ἐκτήκομαι, ἔδοξε πᾶσι λέγειν περὶ τῶν κράσεων τῶν παρὰ τοῖς ἀρχαίοις.
28 καί τινος εἰπόντος ὅτι Μένανδρος ἐν Ἥρωι ἔφη· χοῦς κεκραμένου οἴνου· λαβὼν ἔκπιθι τοῦτον, ὁ Δημόκριτος ἔφη·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme